ἀρχῆς*,ὡς προείπομεν*, διὰ παρθένου ἄνθρωπος γενόμενος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ὑπὲρ σωτηρίας τῶν πιστευόντων αὐτῷ καὶ ἐξουθενηθῆναι καὶ παθεῖν ὑπέμεινεν, ἵνα ἀποθανὼν καὶ ἀναστὰς νικήσῃ* τὸν θάνατον. Τὸ δὲ εἰρημένον ἐκ βάτου τῷ Μωϋσεῖ· Ἐγώ εἰμι ὁ ὤν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ καὶ ὁ θεὸς τῶν πατέρων σου*, σημαντικὸν τοῦ καὶ ἀποθανόντας* ἐκείνους μένειν καὶ εἶναι αὐτοῦ τοῦ Χριστοῦ* ἀνθρώπους· καὶ γὰρ* πρῶτοι τῶν πάντων ἀνθρώπων ἐκεῖνοι περὶ θεοῦ ζήτησιν ἠσχολήθησαν, Ἀβραὰμ μὲν
Pages 61–62